Christian Greek Scriptures

 

Κατὰ Ἰωάννην κεφάλαιον ζʹ

 

[ Home ]  [ Title Page ]  [ Books of the Christian Greek Scriptures ]  [ Sigla-Abbreviations ]  [ Table of Variances ]  [ Table of Parallel Passages ]

 


 

John - Κατὰ Ἰωάννην

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 ΠΕΡΙΚΟΠΗ

 


 

Matthew
Mark
Luke
John
Acts
Romans
1 Corinthians
2 Corinthians

Galatians
Ephesians
Philippians
Colossians
1 Thessalonians
2 Thessalonians
1 Timothy
2 Timothy
Titus
Philemon
Hebrews
James
1 Peter
2 Peter
1 John
2 John
3 John
Jude

Revelation

 

 

 

ΠΕΡΙ ΜΟΙΧΑΛΙΔΟΣ ΠΕΡΙΚΟΠΗ

 

[[Κατα Ιωανην VII 53 VIII 11]]

 

53 [[Καὶ ἐπορεύθησαν ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ,

8 Ἰησοῦς δὲ ἐπορεύθη εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν.  2 Ὄρθρου δὲ πάλιν παρεγένετο εἰς τὸ ἱερόν[, καὶ πᾶς ὁ λαὸς ἤρχετο πρὸς αὐτόν, καὶ καθίσας ἐδίδασκεν αὐτούς].  3 Ἄγουσιν δὲ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι γυναῖκα ἐπὶ μοιχείᾳ κατειλημμένην, καὶ στήσαντες αὐτὴν ἐν μέσῳ  4 λέγουσιν αὐτῷ Διδάσκαλε, αὕτη ἡ γυνὴ κατείληπται ἐπ αὐτοφώρῳ μοιχευομένη·  5 ἐν δὲ τῷ νόμῳ [ἡμῖν] Μωυσῆς ἐνετείλατο τὰς τοιαύτας λιθάζειν· σὺ οὖν τί λέγεις;  6 [τοῦτο δὲ ἔλεγον πειράζοντες αὐτόν, ἵνα ἔχωσιν κατηγορεῖν αὐτοῦ.] ὁ δὲ Ἰησοῦς κάτω κύψας τῷ δακτύλῳ κατέγραφεν εἰς τὴν γῆν.  7 ὡς δὲ ἐπέμενον ἐρωτῶντες [αὐτόν], ἀνέκυψεν καὶ εἶπεν [αὐτοῖς] Ὁ ἀναμάρτητος ὑμῶν πρῶτος ἐπ αὐτὴν βαλέτω λίθον·  8 καὶ πάλιν κατακύψας ἔγραφεν εἰς τὴν γῆν.  9 οἱ δὲ ἀκούσαντες ἐξήρχοντο εἷς καθ εἷς ἀρξάμενοι ἀπὸ τῶν πρεσβυτέρων, καὶ κατελείφθη μόνος, καὶ ἡ γυνὴ ἐν μέσῳ οὖσα.  10 ἀνακύψας δὲ ὁ Ἰησοῦς εἶπεν αὐτῇ Γύναι, ποῦ εἰσίν; οὐδείς σε κατέκρινεν;  11 ἡ δὲ εἶπεν Οὐδείς, κύριε. εἶπεν δὲ ὁ Ἰησοῦς Οὐδὲ ἐγώ σε κατακρίνω· πορεύου, ἀπὸ τοῦ νῦν μηκέτι ἁμάρτανε.]]

 

[ Return to John 7 ]


 

John - Κατὰ Ἰωάννην

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 ΠΕΡΙΚΟΠΗ

 


 

[ Home ]  [ Title Page ]  [ Books of the Christian Greek Scriptures ]  [ Sigla-Abbreviations ]  [ Table of Variances ]  [ Table of Parallel Passages ]