Christian Greek Scriptures

 

Πρὸς Κορινθίους αʹ κεφάλαιον βʹ

 

[ Home ]  [ Title Page ]  [ Books of the Christian Greek Scriptures ]  [ Sigla-Abbreviations ]  [ Table of Variances ]  [ Table of Parallel Passages ]

 


 

1 Corinthians - Πρὸς Κορινθίους αʹ

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16

 


 

Matthew
Mark
Luke
John
Acts
Romans
1 Corinthians
2 Corinthians

Galatians
Ephesians
Philippians
Colossians
1 Thessalonians
2 Thessalonians
1 Timothy
2 Timothy
Titus
Philemon
Hebrews
James
1 Peter
2 Peter
1 John
2 John
3 John
Jude

Revelation

 

 

2 Κἀγὼ ἐλθὼν πρὸς ὑμᾶς, ἀδελφοί, ἦλθον οὐ καθὑπεροχὴν λόγου ἢ σοφίας καταγγέλλων ὑμῖν τὸ μυστήριον τοῦ θεοῦ,  2 οὐ γὰρ ἔκρινά τι εἰδέναι ἐν ὑμῖν εἰ μὴ Ἰησοῦν Χριστὸν καὶ τοῦτον ἐσταυρωμένον·  3 κἀγὼ ἐν ἀσθενείᾳ καὶ ἐν φόβῳ καὶ ἐν τρόμῳ πολλῷ ἐγενόμην πρὸς ὑμᾶς,  4 καὶ ὁ λόγος μου καὶ τὸ κήρυγμά μου οὐκ ἐν πιθοῖς σοφίας λόγοις ἀλλ ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως,  5 ἵνα ἡ πίστις ὑμῶν μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων ἀλλἐν δυνάμει θεοῦ.

6 Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις, σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων·  7 ἀλλὰ λαλοῦμεν θεοῦ σοφίαν ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν·  8 ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν, εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν·  9 ἀλλὰ καθὼς γέγραπται Ἃ ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ὅσα ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.  10 ἡμῖν γὰρ ἀπεκάλυψεν ὁ θεὸς διὰ τοῦ πνεύματος, τὸ γὰρ πνεῦμα πάντα ἐραυνᾷ, καὶ τὰ βάθη τοῦ θεοῦ.

11 τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; οὕτως καὶ τὰ τοῦ θεοῦ οὐδεὶς ἔγνωκεν εἰ μὴ τὸ πνεῦμα τοῦ θεοῦ.  12 ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν ἀλλὰ τὸ πνεῦμα τὸ ἐκ τοῦ θεοῦ, ἵνα εἰδῶμεν τὰ ὑπὸ τοῦ θεοῦ χαρισθέντα ἡμῖν·  13 ἃ καὶ λαλοῦμεν οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλἐν διδακτοῖς πνεύματος, πνευματικοῖς πνευματικὰ συνκρίνοντες.

14 ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ θεοῦ, μωρία γὰρ αὐτῷ ἐστίν, καὶ οὐ δύναται γνῶναι, ὅτι πνευματικῶς ἀνακρίνεται·  15 ὁ δὲ πνευματικὸς ἀνακρίνει μὲν πάντα, αὐτὸς δὲ ὑπ οὐδενὸς ἀνακρίνεται.  16 τίς γὰρ ἔγνω νοῦν Κυρίου, ὃς συνβιβάσει αὐτόν; ἡμεῖς δὲ νοῦν Χριστοῦ* ἔχομεν.

——————————————

16* Χριστοῦ ƿ46אACVgSyp; BDIt: κυρίου.

 


 

1 Corinthians - Πρὸς Κορινθίους αʹ

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16

 


 

[ Home ]  [ Title Page ]  [ Books of the Christian Greek Scriptures ]  [ Sigla-Abbreviations ]  [ Table of Variances ]  [ Table of Parallel Passages ]