Christian Greek Scriptures

 

Πρὸς Θεσσαλονικεῖς αʹ κεφάλαιον αʹ

 

[ Home ]  [ Title Page ]  [ Books of the Christian Greek Scriptures ]  [ Sigla-Abbreviations ]  [ Table of Variances ]  [ Table of Parallel Passages ]

 


 

1 Thessalonians - Πρὸς Θεσσαλονικεῖς αʹ

1 2 3 4 5

 


 

Matthew
Mark
Luke
John
Acts
Romans
1 Corinthians
2 Corinthians

Galatians
Ephesians
Philippians
Colossians
1 Thessalonians
2 Thessalonians
1 Timothy
2 Timothy
Titus
Philemon
Hebrews
James
1 Peter
2 Peter
1 John
2 John
3 John
Jude

Revelation

 

 

1 Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος τῇ ἐκκλησίᾳ Θεσσαλονικέων ἐν θεῷ πατρὶ καὶ κυρίῳ Ἰησοῦ Χριστῷ·

χαρις ὑμῖν καὶ εἰρήνη.

2 Εὐχαριστοῦμεν τῷ θεῷ πάντοτε περὶ πάντων ὑμῶν μνείαν ποιούμενοι ἐπὶ τῶν προσευχῶν ἡμῶν,  3 ἀδιαλείπτως μνημονεύοντες ὑμῶν τοῦ ἔργου τῆς πίστεως καὶ τοῦ κόπου τῆς ἀγάπης καὶ τῆς ὑπομονῆς τῆς ἐλπίδος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἔμπροσθεν τοῦ θεοῦ καὶ πατρὸς ἡμῶν,  4 εἰδότες, ἀδελφοὶ ἡγαπημένοι ὑπὸ [τοῦ] θεοῦ, τὴν ἐκλογὴν ὑμῶν,  5 ὅτι τὸ εὐαγγέλιον ἡμῶν οὐκ ἐγενήθη εἰς ὑμᾶς ἐν λόγῳ μόνον ἀλλὰ καὶ ἐν δυνάμει καὶ ἐν πνεύματι ἁγίῳ καὶ πληροφορίᾳ πολλῇ, καθὼς οἴδατε οἷοι ἐγενήθημεν ὑμῖν διὑμᾶς·  6 καὶ ὑμεῖς μιμηταὶ ἡμῶν ἐγενήθητε καὶ τοῦ κυρίου, δεξάμενοι τὸν λόγον ἐν θλίψει πολλῇ μετὰ χαρᾶς πνεύματος ἁγίου,  7 ὥστε γενέσθαι ὑμᾶς τύπον πᾶσιν τοῖς πιστεύουσιν ἐν τῇ Μακεδονίᾳ καὶ ἐν τῇ Ἀχαίᾳ.

8 ἀφὑμῶν γὰρ ἐξήχηται ὁ λόγος τοῦ κυρίου* οὐ μόνον ἐν τῇ Μακεδονίᾳ καὶ Ἀχαίᾳ ἀλλἐν παντὶ τόπῳ ἡ πίστις ὑμῶν ἡ πρὸς τὸν θεὸν ἐξελήλυθεν, ὥστε μὴ χρείαν ἔχειν ἡμᾶς λαλεῖν τι·  9 αὐτοὶ γὰρ περὶ ἡμῶν ἀπαγγέλλουσιν ὁποίαν εἴσοδον ἔσχομεν πρὸς ὑμᾶς, καὶ πῶς ἐπεστρέψατε πρὸς τὸν θεὸν ἀπὸ τῶν εἰδώλων δουλεύειν θεῷ ζῶντι καὶ ἀληθενῷ,   10 καὶ ἀναμένειν τὸν υἱὸν αὐτοῦ ἐκ τῶν οὐρανῶν, ὃν ἤγειρεν ἐκ [τῶν] νεκρῶν, Ἰησοῦν τὸν ῥυόμενον ἡμᾶς ἐκ τῆς ὀργῆς τῆς ἐρχομένης.

——————————————

8* τοῦ κυρίου אcB; א*: τοῦ θεοῦ.

 


 

1 Thessalonians - Πρὸς Θεσσαλονικεῖς αʹ

1 2 3 4 5

 


 

[ Home ]  [ Title Page ]  [ Books of the Christian Greek Scriptures ]  [ Sigla-Abbreviations ]  [ Table of Variances ]  [ Table of Parallel Passages ]